Λουκιανὸς
Δίκη Συμφώνων τοῦ Σίγμα πρὸς τὸ Ταῦ ὑπὸ τοῖς ἑπτὰ φωνήεσιν
μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν καὶ τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμην καὶ οἰστὸν ἦν μοι τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπ᾿ αὐτοῖς. ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσαν βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ.